Page 74 - AGIOS LAZAROS
P. 74

Χαίροις, ὁ ἐκ τάφου ἐξαναστὰς                                                       οἱ Ἅγιοι πάντες,
                 τεταρταῖος, φίλε                                                                    μετὰ τῆς Θεοτόκου
                 τοῦ Παντάνακτος Ἰησοῦ,                                                              ποιήσατε πρεσβείαν
                 χαίροις, ὁ ἐγείρων                                                                  εἰς τὸ σωθῆναι ἡμᾶς.
                 ἐκ τῶν παθῶν εὐχαῖς σου
                 τοὺς ἐν Περιβολίῳ                                                                           Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
                 θείῳ σου σπεύδοντας.
                                                                                                         Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
                 Ἴθυνον πρὸς δώματα οὐρανῶν,
                 Λάζαρε, τοὺς πίστει                                                                 Δεῦτε Λάζαρον μέλψωμεν τετραήμερον,
                 ἐκζητοῦντας σὴν ἀρωγὴν                                                              γνήσιον φίλον Κυρίου,
                 καὶ ἀσπαζομένους                                                                    πρῶτον Κιτίου λαμπρὸν
                 ἐν σῷ Περιβολίῳ                                                                     ἀρχιθύτην καὶ αὐτοῦ εἰς Περιβόλιον
                 τὴν θείαν σου εἰκόνα                                                                σπεύσωμεν Δρομολαξιᾶς
                 καὶ χαριτόβρυτον.                                                                   κατασπάσασθαι αὐτοῦ
                                                                                                     τὴν χάριν καὶ ἐκβοῆσαι·
                 Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς,                                                   Ἐκ τῶν παθῶν λάκκου πάντας
                 Λάζαρε τρισμάκαρ,                                                                   τοὺς σοὺς ἱκέτας ἐξανάστησον.
                 προσκυνῆσαι τὴν σὴν μορφὴν
                 ἐν Περιβολίῳ                                                                        Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
                 σῷ φερωνύμῳ, ἄρτι
                 ὃ ἵδρυσεν ἐκθύμως                                                                            Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
                 δοῦλος σῆς χάριτος.
                                                                                                     Πάντας προσιόντας εὐλαβῶς
                 Χαίροις, ματαιότητα τῶν φθαρτῶν,                                                    σοῦ Περιβολίῳ τῷ θείῳ
                 Λάζαρε γνωρίσας                                                                     ἐν τῇ Δρομολαξιᾷ,
                 ὡς εἰς δώματα κατελθὼν                                                              Λάζαρε πανθαύμαστε,
                 ᾍδου, Ἱεράρχα                                                                       Κιτίου ἔφορε,
                 Κιτίου καὶ ἐπόπτα                                                                   ῥύου πάσης στενώσεως,
                 παντέρπνου φερωνύμου                                                                κινδύνων, ἀνάγκης,
                 Περιβολίου σου.                                                                     βίου περιστάσεων
                                                                                                     καὶ νόσων τάχιστα,
                 Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,                                                      χάριν δαψιλῆ ὁ κατέχων
                 Πρόδρομε Κυρίου,                                                                    ἐκπληροῦν αἰτήματα πάντων,
                 Ἀποστόλων ἡ δωδεκάς,                                                                τῶν εἰλικρινῶς μακαριζόντων σε.


                                        74                                                                                 75
   69   70   71   72   73   74   75   76   77   78   79