Page 68 - AGIOS LAZAROS eBook
P. 68

τὴν θεόθεν ἁγιάζουσαν ἡμᾶς,                                                         Ἀνάστησον
                 νῦν Λαζάρου ἀνυμνοῦντας τὰ θαυμάσια.                                                προσκυνητὰς εὐαγοῦς σου Περιβολίου
                                                                                                     νῦν ἐν τῇ Δρομολαξιᾷ, Ἐπίσκοπε Λάζαρε,
                              ᾨδὴ στ΄. Τὴν δέησιν.                                                   ἐκ θλίψεων βάθους καὶ ἀκηδίας.


                 Συντήρησον, Λάζαρε, ἀπήμονας                                                        Ἄχραντε,
                 προσβολῶν τοῦ ἀρχεκάκου Βελίαρ                                                      ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
                 προσκυνητάς, μάκαρ, Περιβολίου                                                      ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
                 σοῦ πανιέρου, Κιτίου ἐγκαύχημα,                                                     ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
                 ἐν κώμῃ Δρομολαξιᾶς,
                 Κύπρου νήσου κοσμήματος πέλοντος.                                                    Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.


                 Οἱ σπεύδοντες καθ’ ἑκάστην, Λάζαρε,                                                 Τὸν τοῦ Κιτίου Ἐπίσκοπον, Λάζαρον,
                 εἰς σεπτόν σου, Περιβόλιον χάριν                                                    ὃν τεταρταῖον ἐκ τάφου ἀνέστησεν
                 λαβεῖν τὴν σήν, Ἱεράρχα Κιτίου,                                                     ὁ Ἰησοῦς, εὐλαβῶς ἀνυμνήσωμεν
                 οὐ καταισχύνονται, πάτερ πανθαύμαστε,                                               καὶ τὸ αὐτοῦ ἱερὸν Περιβόλιον
                 ἀλλὰ πληροῦνται χαρμονῆς,                                                           πρὸς εὐλογίαν νῦν ἐπισκεψώμεθα.
                 ὑγιείας καὶ θείας δυνάμεως.
                                                                                                      Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
                 Ὑφέρποντα δράκοντα συντρίβομεν
                 οἱ προσφεύγοντες τῇ σῇ παῤῥησίᾳ                                                     Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
                 πρὸς σὸν οὐράνιον, Λάζαρε, φίλον,                                                   Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
                 Χριστόν, δρακόντων τὰς κάρας συνθλάσαντα
                 τῇ Ἀναστάσει τῇ Αὐτοῦ,                                                                               Εὐαγγέλιον·
                 Ἱεράρχα Κιτίου πανένδοξε.                                                                    Κατὰ Ἰωάννην (Κεφ. ιβ΄ 1 - 18).


                                   Θεοτοκίον.                                                        Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς
                                                                                                     Βηθανίαν...
                 Πανύμνητε Θεοτόκε, πρόσδεξαι                                                                  Ζήτει τῇ Κυριακῇ τῶν Βαΐων.
                 τὰς ἐνθέρμους οἰκετῶν σου δεήσεις                                                                        Δόξα.
                 καὶ ὡς θυμίαμα εὔοσμον ταύτας
                 τῷ σῷ Υἱῷ, Ἀγγελόκτιστη Δέσποινα,                                                   Ταῖς τοῦ Ἱεράρχου
                 προσάγαγε Λόγῳ Θεοῦ                                                                 πρεσβείαις, Ἐλεῆμον,
                 καὶ Θεῷ συμπαθεῖ καὶ οἰκτίρμονι.                                                    ἐξάλειψον τὰ πλήθη
                                                                                                     τῶν ἐμῶν ἐγκλημάτων.


                                        68                                                                                 69
   63   64   65   66   67   68   69   70   71   72   73