Page 346 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 346

ESQUILO


                     Ορεςτης
                     οὔτοι μάταιον: ἀνδρὸς ὄψανον πέλει.


                     Χορος
                535    ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
                     πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
                     λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:
                     πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
                     ἄκος τομαῖον ἐλπίσασα πημάτων.


                     Ορεςτης
                540    ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
                     τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
                     κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
                     εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
                     οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
                545    καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
                     θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
                     ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
                     δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
                     θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
                550    κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.


                     Χορος
                     τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
                     γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
                     τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.





                                          104










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   104
        ORISTEADA_0722_v3.indb   104                                 25/07/22   14:45
   341   342   343   344   345   346   347   348   349   350   351