Page 6 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 6

τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
                            μόρσιμ' ἀπ' ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
                                τοῖς δ' ὁμόφωνον
                              αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.

               160          Ζεύς, ὅστις ποτ' ἐστίν, εἰ τόδ' αὐ-
               [στρ. β.

                                τῷ φίλον κεκλημένῳ,
                                τοῦτό νιν προσεννέπω.
                                οὐκ ἔχω προσεικάσαι
                                πάντ' ἐπισταθμώμενος
                            πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
                                χρὴ βαλεῖν ἐτητύμως.

                              οὐδ' ὅστις πάροιθεν ἦν μέγας,
                      [ἀντ. β.
                                παμμάχῳ θράσει βρύων,
               170            οὐδὲ λέξεται πρὶν ὤν·
                                ὃς δ' ἔπειτ' ἔφυ, τρια-
                                κτῆρος οἴχεται τυχών.
                            Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
                                τεύξεται φρενῶν τὸ πᾶν,


                                τὸν φρονεῖν βροτοὺς ὁδώ-
                      [στρ. γ.
                                σαντα, τὸν πάθει μάθος
                                θέντα κυρίως ἔχειν.
                              στάζει δ' ἀνθ' ὕπνου πρὸ καρδίας
               180            μνησιπήμων πόνος· καὶ παρ' ἄ-
                                κοντας ἦλθε σωφρονεῖν.
                            δαιμόνων δέ που χάρις βίαιος
                                σέλμα σεμνὸν ἡμένων.

                                καὶ τόθ' ἡγεμὼν ὁ πρέ-                                                               [ἀντ. γ.

                                σβυς νεῶν Ἀχαιικῶν,
                                μάντιν οὔτινα ψέγων,
                              ἐμπαίοις τύχαισι συμπνέων,
                                εὖτ' ἀπλοίᾳ κεναγγεῖ βαρύ-
                                νοντ' Ἀχαιικὸς λεώς,
   1   2   3   4   5   6   7   8   9   10   11