Page 7 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 7

190        Χαλκίδος πέραν ἔχων παλιρρό-
                                χθοις ἐν Αὐλίδος τόποις·

                                πνοαὶ δ' ἀπὸ Στρυμόνος μολοῦσαι
                      [στρ. δ.
                                κακόσχολοι, νήστιδες, δύσορμοι,
                                      βροτῶν ἄλαι,

                                ναῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς,
                                  παλιμμήκη χρόνον τιθεῖσαι
                                  τρίβῳ κατέξαινον ἄνθος Ἀργεί-
                              ων· ἐπεὶ δὲ καὶ πικροῦ
                                χείματος ἄλλο μῆχαρ
               200            βριθύτερον πρόμοισιν
                            μάντις ἔκλαγξεν
                            προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις
                            ἐπικρούσαντας Ἀτρείδας
                            δάκρυ μὴ κατασχεῖν·

                            ἄναξ δ' ὁ πρέσβυς τόδ' εἶπε φωνῶν·
                      [ἀντ. δ.
                            ‘βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
                                  βαρεῖα δ', εἰ

                            τέκνον δαΐξω, δόμων ἄγαλμα,
                            μιαίνων παρθενοσφάγοισιν
               210        ῥείθροις πατρῴους χέρας πέλας βω-
                              μοῦ. τί τῶνδ' ἄνευ κακῶν;
                                πῶς λιπόναυς γένωμαι
                                ξυμμαχίας ἁμαρτών;
                            παυσανέμου γὰρ
                            θυσίας παρθενίου θ' αἵματος ὀργᾷ
                            περιόργως ἐπιθυμεῖν
                            θέμις. εὖ γὰρ εἴη.’

                            ἐπεὶ δ' ἀνάγκας ἔδυ λέπαδνον

                      [στρ. ε.
                            φρενὸς πνέων δυσσεβῆ τροπαίαν
               220            ἄναγνον, ἀνίερον, τόθεν
                            τὸ παντότολμον φρονεῖν μετέγνω.
                            βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
   2   3   4   5   6   7   8   9   10   11   12