Page 12 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 12

–       Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
                      [στρ. α.
                            πάρεστιν τοῦτό γ' ἐξιχνεῦσαι.
                            ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
               370        θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
                                ὅσοις ἀθίκτων χάρις
                                πατοῖθ'· ὁ δ' οὐκ εὐσεβής.

                            πέφανται δ' ἐγγονοῦσα τόλμη τῶν Ἄρη
                            πνεόντων μεῖζον ἢ δικαίως,
                            φλεόντων δωμάτων ὑπέρφευ
                            ὑπὲρ τὸ βέλτιστον. ἔστω δ' ἀπή-
                                μαντον, ὥστ' ἀπαρκεῖν
               380              εὖ πραπίδων λαχόντι.

                                οὐ γὰρ ἔστιν ἔπαλξις
                                πλούτου πρὸς κόρον ἀνδρὶ
                            λακτίσαντι μέγαν Δίκας
                                βωμὸν εἰς ἀφάνειαν.

                            βιᾶται δ' ἁ τάλαινα πειθώ,                                                               [ἀντ.
                      α.
                            προβούλου παῖς ἄφερτος ἄτας.

                            ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
                            πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
               390            κακοῦ δὲ χαλκοῦ τρόπον
                                τρίβῳ τε καὶ προσβολαῖς
                            μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ
                            διώκει παῖς ποτανὸν ὄρνιν,
                            πόλει πρόστριμμα θεὶς ἄφερτον·
                            λιτᾶν δ' ἀκούει μὲν οὔτις θεῶν·
                                † τὸν δ' ἐπίστροφον τῶν[δε]
                                  φῶτ' ἄδικον καθαιρεῖ.

                                οἷος καὶ Πάρις ἐλθὼν

               400            ἐς δόμον τὸν Ἀτρειδᾶν
                            ᾔσχυνε ξενίαν τράπε-
                                ζαν κλοπαῖσι γυναικός.
   7   8   9   10   11   12   13   14   15   16   17