Page 14 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 14
ὁ χρυσαμοιβὸς δ' Ἄρης σωμάτων
[στρ. γ.
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440 πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
ψῆγμα δυσδάκρυτον, ἀντ-
ήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.
στένουσι δ' εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ' ἐν φοναῖς καλῶς πεσόντ'– ‘ἀλ-
λοτρίας διαὶ γυναικός’·
τάδε σῖγά τις βαΰζει·
450 φθονερὸν δ' ὑπ' ἄλγος ἕρπει
προδίκοις Ἀτρείδαις.
οἱ δ' αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐ-
χθρὰ δ' ἔχοντας ἔκρυψεν.
βαρεῖα δ' ἀστῶν φάτις ξὺν κότῳ·
[ἀντ. γ.
δημοκράτου δ' ἀρᾶς τίνει χρέος.
μένει δ' ἀκοῦσαί τί μοι
460 μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
ναὶ δ' Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ' ἄνευ δίκας
παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσ' ἀμαυρόν, ἐν δ' ἀίστοις
τελέθοντος οὔτις ἀλκά·
τὸ δ' ὑπερκόπως κλύειν εὖ
βαρύ· βάλλεται γὰρ ὄσσοις
470 Διόθεν κεραυνός.
κρίνω δ' ἄφθονον ὄλβον·
μήτ' εἴην πτολιπόρθης