Page 15 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 15

μήτ' οὖν αὐτὸς ἁλοὺς ὑπ' ἄλ-
                                λων βίον κατίδοιμι.

                       –           πυρὸς δ' ὑπ' εὐαγγέλου
                      [ἐπῳδ.
                                πόλιν διήκει θοὰ
                                βάξις· εἰ δ' ἐτήτυμος,

                            τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.

                       –       τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
               480            φλογὸς παραγγέλμασιν
                            νέοις πυρωθέντα καρδίαν ἔπειτ'
                                ἀλλαγᾷ λόγου καμεῖν;
                       –           γυναικὸς αἰχμᾷ πρέπει
                            πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.
                            πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
                                ταχύπορος· ἀλλὰ ταχύμορον
                            γυναικογήρυτον ὄλλυται κλέος.

                       Χο.       τάχ' εἰσόμεσθα λαμπάδων φαεσφόρων
               490        φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
                            εἴτ' οὖν ἀληθεῖς, εἴτ' ὀνειράτων δίκην

                            τερπνὸν τόδ' ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
                            κήρυκ' ἀπ' ἀκτῆς τόνδ' ὁρῶ κατάσκιον
                            κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
                            πηλοῦ ξύνουρος διψία κόνις τάδε,
                            ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα
                            ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός,
                            ἀλλ' ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων–
                            τὸν ἀντίον δὲ τοῖσδ' ἀποστέργω λόγον·
               500        εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.

                       –       ὅστις τάδ' ἄλλως τῇδ' ἐπεύχεται πόλει,
                            αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.


                       ΚΗΡΥΞ
                            ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
                            δεκάτῳ σε φέγγει τῷδ' ἀφικόμην ἔτους,
                            πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
   10   11   12   13   14   15   16   17   18   19   20