Page 352 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 352

ESQUILO

                     καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ
                     παντόλμους ἔρωτας
                     ἄταισι συννόμους βροτῶν;
                     ξυζύγους δ᾽ ὁμαυλίας
                     θηλυκρατὴς ἀπέρω-
                600    τος ἔρως παρανικᾷ
                     κνωδάλων τε καὶ βροτῶν.

                     Χορος                                 στρ. β.
                     ἴστω δ᾽, ὅστις οὐχ ὑπόπτερος
                     φροντίσιν, δαεὶς
                605    τὰν ἁ παιδολυμὰς τάλαινα Θεστιὰς μήσατο
                     πυρδαῆτιν πρόνοιαν,
                     καταίθουσα παιδὸς δαφοινὸν
                     δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν
                     ματρόθεν κελάδησε,
                610    ξύμμετρόν τε διαὶ βίου
                     μοιρόκραντον ἐς ἆμαρ.

                     Χορος                                 ἀντ. β.
                     ἄλλαν δεῖ τιν᾽ ἐν λόγοις στυγεῖν
                     φοινίαν κόραν,
                615    ἅτ᾽ ἐχθρῶν ὑπαὶ
                     φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς
                     χρυσοκμήτοισιν ὅρμοις
                     πιθήσασα δώροισι Μίνω,
                     Νῖσον ἀθανάτας τριχὸς
                620    νοσφίσασ᾽ ἀπροβούλως
                     πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
                     κιγχάνει δέ μιν Ἑρμῆς.

                                          107










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   107
        ORISTEADA_0722_v3.indb   107                                 25/07/22   14:45
   347   348   349   350   351   352   353   354   355   356   357