Page 374 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 374
ESQUILO
Χορος ἐφ. γ.
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ἐπαΰσας θροούσᾳ
τέκνον, πρὸς σὲ πατρὸς αὐδὰν
830 καὶ πέραιν᾽ ἀνεπίμομφον ἄταν.
Χορος ἀντ. γ.
Περσέως τ᾽ ἐν φρεσὶν
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισιν,
τοῖς τ᾽ ἄνωθεν προπράσσων χάριν
835 ὀργᾶς λυγρᾶς, ἔνδοθεν
φοινίαν ἄταν τίθει, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου.
αιγιςθος
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840 ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845 ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
118
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 118
ORISTEADA_0722_v3.indb 118 25/07/22 14:45