Page 98 - Ο Αγαπημένος Φίλος Του Χριστού Λάζαρος Ο Τετραήμερος. Ο Αφανής Ιερός Ποιμενάρχης, Ο Προστάτης και Θαυματουργός Άγιος.
P. 98
ΚΑΝΩΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΑΓΙΟΣ ΛΑΖΑΡΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ
ΦΙΛΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ
Ὁ Τετραήμερος
ΛΑΖΑΡΟΝ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ
ΨΑΛΛΟΜΕΝΟΣ ΕΙΣ ΤΟ ΕΝ ΔΡΟΜΟΛΑΞΙᾼ ΛΑΡΝΑΚΟΣ
ΣΕΠΤΟΝ ΑΥΤΟΥ ΠΕΡΙΒΟΛΙΟΝ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ
τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δεῦτε πιστοὶ ἐγκωμιάσωμεν φίλον
Κυρίου Λάζαρον τὸν δίκαιον ὕμνοις
καὶ σπεύσωμεν φερώνυμον αὐτοῦ εἰς σεπτὸν
πάντες Περιβόλιον ἐν τῇ περιοικίδι
Λάρνακος αἰτήσασθαι τὴν αὐτοῦ εὐλογίαν,
ἣν ἀπονέμει πᾶσι δαψιλῶς
τοῖς ἐκτελοῦσιν αὐτοῦ τὸ μνημόσυνον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
95