Page 324 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 324

ESQUILO

                     Χορος                                 στρ. β.
                     τέκνον, φρόνημα τοῦ
                     θανόντος οὐ δαμάζει
                325    πυρὸς ἡ μαλερὰ γνάθος,
                     φαίνει δ᾽ ὕστερον ὀργάς:
                     ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
                     ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
                     πατέρων τε καὶ τεκόντων
                330    γόος ἔνδικος ματεύει
                     τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.

                     Ηλεκτρα                               ἀντ. α.
                     κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
                     πολυδάκρυτα πένθη.
                     δίπαις τοί σ᾽ ἐπιτύμβιος
                335    θρῆνος ἀναστενάζει.
                     τάφος δ᾽ ἱκέτας δέδεκται
                     φυγάδας θ᾽ ὁμοίως.
                     τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
                     οὐκ ἀτρίακτος ἄτα;


                     Χορος
                340    ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
                     θείη κελάδους εὐφθογγοτέρους:
                     ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
                     παιὰν μελάθροις ἐν βασιλείοις
                     νεοκρᾶτα φίλον κομίσειεν.

                     Ορεςτης                               στρ. γ.
                345    εἰ γὰρ ὑπ᾽ Ἰλίῳ

                                          93










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   93
        ORISTEADA_0722_v3.indb   93                                  25/07/22   14:45
   319   320   321   322   323   324   325   326   327   328   329