Page 322 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 322

ESQUILO

                300    θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
                     καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
                     τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
                     Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
                     δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
                305    θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.


                     Χορος
                     ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν
                     τῇδε τελευτᾶν,
                     ᾗ τὸ δίκαιον μεταβαίνει.
                     ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
                310    γλῶσσα τελείσθω: τοὐφειλόμενον
                     πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ:
                     ἀντὶ δὲ πληγῆς φονίας φονίαν
                     πληγὴν τινέτω. δράσαντι παθεῖν,
                     τριγέρων μῦθος τάδε φωνεῖ.


                     Ορεςτης                        στρ. α.
                315    ὦ πάτερ αἰνόπατερ, τί σοι
                     φάμενος ἢ τί ῥέξας
                     τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
                     ἔνθα σ᾽ ἔχουσιν εὐναί,
                     σκότῳ φάος ἀντίμοι-
                320    ρον; χάριτες δ᾽ ὁμοίως
                     κέκληνται γόος εὐκλεὴς
                     προσθοδόμοις Ἀτρείδαις.





                                          92










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   92
        ORISTEADA_0722_v3.indb   92                                  25/07/22   14:45
   317   318   319   320   321   322   323   324   325   326   327