Page 384 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 384

ESQUILO


                     Ορεςτης
                     πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;


                     Κλυταιμνηςτρα
                910    ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.


                     Ορεςτης
                     καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.


                     Κλυταιμνηςτρα
                     οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;


                     Ορεςτης
                     τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.


                     Κλυταιμνηςτρα
                     οὔτοι σ᾽ ἀπέρριψ᾽ εἰς δόμους δορυξένους.


                     Ορεςτης
                915    αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.

                     Κλυταιμνηςτρα
                     ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;

                     Ορεςτης
                     αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.


                     Κλυταιμνηςτρα
                     μὴ ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.

                                          123










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   123
        ORISTEADA_0722_v3.indb   123                                 25/07/22   14:45
   379   380   381   382   383   384   385   386   387   388   389