Page 43 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 43

–       ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
                      [ἐφυμν. β.
               1490        πῶς σε δακρύσω;
                              φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω;
                            κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'
                              ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,
                            ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον

                              δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
                            ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

                       Κλ.       αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·
                            μὴ δ' ἐπιλεχθῇς
                            Ἀγαμεμνονίαν εἶναί μ' ἄλοχον.
               1500        φανταζόμενος δὲ γυναικὶ νεκροῦ
                            τοῦδ' ὁ παλαιὸς δριμὺς ἀλάστωρ
                            Ἀτρέως χαλεποῦ θοινατῆρος
                            τόνδ' ἀπέτεισεν,
                              τέλεον νεαροῖς ἐπιθύσας.

                       Χο.       ὡς μὲν ἀναίτιος εἶ                                                               [ἀντ. β.
                            τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
                              πῶ πῶ; πατρόθεν δὲ

                                συλλήπτωρ γένοιτ' ἂν ἀλάστωρ.
                              βιάζεται δ' ὁμοσπόροις
               1510          ἐπιρροαῖσιν αἱμάτων
                            μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
                                πάχνᾳ κουροβόρῳ παρέξει.

                       –       ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
                      [ἐφυμν. β.
                            πῶς σε δακρύσω;
                              φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω;
                            κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'
                              ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

                            ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον
                              δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
               1520        ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

                       Κλ.       [οὔτ' ἀνελεύθερον οἶμαι θάνατον
   38   39   40   41   42   43   44   45   46   47   48