Page 44 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
        P. 44
     τῷδε γενέσθαι.]
                            οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
                            οἴκοισιν ἔθηκ';
                            ἀλλ' ἐμὸν ἐκ τοῦδ' ἔρνος ἀερθέν,
                            † τὴν πολύκλαυτόν τ' Ἰφιγενείαν,
                            ἄξια δράσας, ἄξια πάσχων,
                            μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
                            ξιφοδηλήτῳ
                              θανάτῳ τείσας ἅπερ ἔρξεν.
               1530   Χο.         ἀμηχανῶ φροντίδος στερηθεὶς
               [στρ. γ.
                                  εὐπάλαμον μέριμναν
                              ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.
                            δέδοικα δ' ὄμβρου κτύπον δομοσφαλῆ
                              τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;
                            δίκην [δ'] ἐπ' ἄλλο πρᾶγμα θηγάνει βλάβης
                              πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
                            –        ἰὼ γᾶ γᾶ, εἴθ' ἔμ' ἐδέξω,
                      [ἐφ. γ.
                              πρὶν τόνδ' ἐπιδεῖν ἀργυροτοίχου
               1540            δροίτης κατέχοντα χάμευναν.
                              τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
                              ἦ σὺ τόδ' ἔρξαι τλήσῃ, κτείνασ'
                              ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
                              ψυχῇ τ' ἄχαριν χάριν ἀντ' ἔργων
                                μεγάλων ἀδίκως ἐπικρᾶναι;
                       –       τίς δ' ἐπιτύμβιος αἶνον ἐπ' ἀνδρὶ θείῳ
                            σὺν δακρύοις ἰάπτων
               1550          ἀληθείᾳ φρενῶν πονήσει;
                      Κλ.       οὐ σὲ προσήκει τὸ μέλημ' ἀλέγειν
                            τοῦτο· πρὸς ἡμῶν
                            κάππεσε, κάτθανε, καὶ καταθάψομεν
                            οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
                            ἀλλ' Ἰφιγένειά νιν ἀσπασίως
                            θυγάτηρ, ὡς χρή,
                            πατέρ' ἀντιάσασα πρὸς ὠκύπορον
     	
