Page 42 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 42
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ' ὑπὸ Τροίᾳ,
νῦν τελέαν πολύμναστον ἐπηνθίσω
1460 δι' αἷμ' ἄνιπτον ἥτις ἦν τότ' ἐν δόμοις
ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.
Κλ. μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ' εἰς Ἑλένην κότον ἐκτρέψῃς,
ὡς ἀνδρολέτειρ', ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ'
ἀξύστατον ἄλγος ἔπραξε.
Χο. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
[ἀντ. α.
οισι Τανταλίδαισιν,
1470 κράτος <τ'> ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις,
ἐπὶ δὲ σώματος δίκαν [μοι]
κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ-
μνεῖν ἐπεύχεαι <κακόν>.
Κλ. νῦν δ' ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλῄσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται· πρὶν καταλῆξαι
1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
Χο. ἦ μέγαν οἴκοις τοῖσδε [στρ.
β.
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον
ἀτηρᾶς τύχας ἀκόρεστον·
ἰὼ ἰὴ διαὶ Διὸς
παναιτίου πανεργέτα·
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδ' οὐ θεόκραντόν ἐστιν;