Page 37 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 37
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγ' ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρῴου δ' ἀντ' ἐπίξηνον μένει,
θερμῷ κοπείσης φοίνιον προσφάγματι.
οὐ μὴν ἄτιμοί γ' ἐκ θεῶν τεθνήξομεν.
1280 ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δ' ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτ' ἐγὼ κάτοικτος ὧδ' ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δ' εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.
1290 ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.
Ἅιδου πύλας δὲ τάσδ' ἐγὼ προσεννέπω·
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδᾳστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
Χο. ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ' αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ' ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κα. οὐκ ἔστ' ἄλυξις, οὔ, ξένοι, † χρόνῳ πλέῳ.
1300 Χο. ὁ δ' ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
Κα. ἥκει τόδ' ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
Χο. ἀλλ' ἴσθι τλήμων οὖσ' ἀπ' εὐτόλμου φρενός.
Κα. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χο. ἀλλ' εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κα. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
Χο. τί δ' ἐστὶ χρῆμα; τίς σ' ἀποστρέφει φόβος;
Κα. φεῦ φεῦ.
Χο. τί τοῦτ' ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
Κα. φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.
1310 Χο. καὶ πῶς; τόδ' ὄζει θυμάτων ἐφεστίων.
Κα. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.
Χο. οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις;
Κα. ἀλλ' εἶμι κἀν δόμοισι κωκύσουσ' ἐμὴν