Page 35 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 35

λόγῳ παλαιὰς τῶνδ' ἁμαρτίας δόμων.
                       Χο.       καὶ πῶς ἂν ὅρκου πῆγμα, γενναίως παγέν,
                            παιώνιον γένοιτο; θαυμάζω δέ σου,
               1200        πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
                            κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
                       Κα.       μάντις μ' Ἀπόλλων τῷδ' ἐπέστησεν τέλει.
                       Χο.       μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

                       Κα.       προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
                       Χο.       ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
                       Κα.       ἀλλ' ἦν παλαιστὴς κάρτ' ἐμοὶ πνέων χάριν.
                       Χο.       ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
                       Κα.       ξυναινέσασα Λοξίαν ἐψευσάμην.
                       Χο.       ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
               1210   Κα.       ἤδη πολίταις πάντ' ἐθέσπιζον πάθη.
                       Χο.       πῶς δῆτ' ἄνατος ἦσθα Λοξίου κότῳ;
                       Κα.       ἔπειθον οὐδέν' οὐδέν, ὡς τάδ' ἤμπλακον.
                       Χο.       ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
                       Κα.           ἰοὺ ἰού, ὢ ὢ κακά.
                            ὑπ' αὖ με δεινὸς ὀρθομαντείας πόνος
                            στροβεῖ ταράσσων φροιμίοις .....
                            ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
                            νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;

                            παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
               1220        χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς·
                            σὺν ἐντέροις τε σπλάγχν', ἐποίκτιστον γέμος,
                            πρέπουσ' ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
                            ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,
                            λέοντ' ἄναλκιν, ἐν λέχει στρωφώμενον
                            οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ–
                            ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
                            νεῶν τ' ἄπαρχος Ἰλίου τ' ἀναστάτης
                            οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς
                            λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,
               1230        ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.

                            τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·
                            ἔστιν–τί νιν καλοῦσα δυσφιλὲς δάκος
                            τύχοιμ' ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
                            οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
                            † θύουσαν Ἅιδου μητέρ' † ἄσπονδόν τ' Ἄρη
   30   31   32   33   34   35   36   37   38   39   40