Page 40 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 40

κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
               1390        βάλλει μ' ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
                            χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
                            γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
                              ὡς ὧδ' ἐχόντων, πρέσβος Ἀργείων τόδε,
                            χαίροιτ' ἄν, εἰ χαίροιτ', ἐγὼ δ' ἐπεύχομαι.
                            εἰ δ' ἦν πρεπόντων ὥστ' ἐπισπένδειν νεκρῷ,

                            τῷδ' ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν·
                            τοσόνδε κρατῆρ' ἐν δόμοις κακῶν ὅδε
                            πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
                       Χο.       θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
               1400        ἥτις τοιόνδ' ἐπ' ἀνδρὶ κομπάζεις λόγον.
                       Κλ.       πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
                            ἐγὼ δ' ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
                            λέγω–σὺ δ' αἰνεῖν εἴτε με ψέγειν θέλεις
                            ὅμοιον–οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
                            πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός,
                            ἔργον δικαίας τέκτονος. τάδ' ὧδ' ἔχει.

                       Χο.           τί κακόν, ὦ γύναι,                                                               [στρ.
                      α]
                              χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν

                            πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον
                            τόδ' ἐπέθου θύος, δημοθρόους τ' ἀράς;
               1410        ἀπέδικες ἀπέταμες, ἀπόπολις δ' ἔσῃ,
                                μῖσος ὄβριμον ἀστοῖς.
                       Κλ.       νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί,
                            καὶ μῖσος ἀστῶν δημόθρους τ' ἔχειν ἀράς,
                            οὐδὲν τότ' ἀνδρὶ τῷδ' ἐναντίον φέρων,
                           ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
                            μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
                            ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
                            ὠδῖν', ἐπῳδὸν Θρῃκίων ἀημάτων.
                            οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ' ἀνδρηλατεῖν,

               1420        μιασμάτων ἄποινα; ἐπήκοος δ' ἐμῶν
                            ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
                            τοιαῦτ' ἀπειλεῖν, ὡς παρεσκευασμένη
                            σ' ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ' ἐμοῦ
                            ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
   35   36   37   38   39   40   41   42   43   44   45