Page 33 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 33

1130   Χο.       οὐ κομπάσαιμ' ἂν θεσφάτων γνώμων ἄκρος
                            εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
                              ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
                              βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
                                πολυεπεῖς τέχναι θεσπιῳδοὶ
                              φόβον φέρουσιν μαθεῖν.


                       Κα.         ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
                      [στρ. ζ.
                              τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα.
                            ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
                            οὐδέν ποτ' εἰ μὴ ξυνθανουμένην. τί γάρ;
               1140   Χο.         φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
                              φὶ δ' αὑτᾶς θροεῖς
                                νόμον ἄνομον, οἷά τις ξουθὰ
                              ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις φρεσὶν
                              Ἴτυν Ἴτυν στένουσ' ἀμφιθαλῆ κακοῖς
                                ἀηδὼν βίον.

                       Κα.         ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
                      [ἀντ. ζ.
                              πτεροφόρον γάρ οἱ περὶ δέμας βάλοντο

                            θεοὶ γλυκύν τ' ἀγῶνα κλαυμάτων ἄτερ·
                            ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
               1150   Χο.         πόθεν ἐπισσύτους θεοφόρους [τ'] ἔχεις
                              ματαίους δύας;
                                τὰ δ' ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
                              μελοτυπεῖς ὁμοῦ τ' ὀρθίοις ἐν νόμοις.
                              πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
                                κακορρήμονας;

                       Κα.         ἰὼ γάμοι, γάμοι Πάριδος,
                      [στρ. η.
                                ὀλέθριοι φίλων.

                              ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
                                τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν'
                                ἠνυτόμαν τροφαῖς·
               1160        νῦν δ' ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
                            ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.
   28   29   30   31   32   33   34   35   36   37   38