Page 28 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 28

πολλῶν πατησμὸν δ' εἱμάτων ἂν ηὐξάμην,
                            δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
                            ψυχῆς κόμιστρα τῆσδε μηχανωμένη.
                            ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ' ἐς δόμους,
                            σκιὰν ὑπερτείνασα σειρίου κυνός.
                            καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
                            θάλπος μὲν ἐν χειμῶνι σημαίνει μολόν·

               970        ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ' ὄμφακος πικρᾶς
                            οἶνον, τότ' ἤδη ψῦχος ἐν δόμοις πέλει,
                            ἀνδρὸς τελείου δῶμ' ἐπιστρωφωμένου.
                              Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
                            μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.

                       Χο.           τίπτε μοι τόδ' ἐμπέδως
                      [στρ. α.
                                δεῖμα προστατήριον
                              καρδίας τερασκόπου
                              πωτᾶται,
                            μαντιπολεῖ δ' ἀκέλευστος ἄμισθος ἀοιδά,
               980          οὐδ' ἀποπτύσαι δίκαν
                              δυσκρίτων ὀνειράτων
                              θάρσος εὐπειθὲς ἵ-

                              ζει φρενὸς φίλον θρόνον;
                              χρόνος δ' † ἐπεὶ
                              πρυμνησίων ξυνεμβολαῖς
                              ψαμμίας ἀκάτα † παρή-
                              βησεν, εὖθ' ὑπ' Ἴλιον
                              ὦρτο ναυβάτας στρατός.

                              πεύθομαι δ' ἀπ' ὀμμάτων                                                               [ἀντ.
                      α.
                              νόστον, αὐτόμαρτυς ὤν·
               990          τὸν δ' ἄνευ λύρας ὅμως
                              ὑμνῳδεῖ

                            θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
                              θυμός, οὐ τὸ πᾶν ἔχων
                              ἐλπίδος φίλον θράσος.
                              σπλάγχνα δ' οὔτοι ματᾴ-
                              ζει, πρὸς ἐνδίκοις φρεσὶν
   23   24   25   26   27   28   29   30   31   32   33