Page 27 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 27
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
λέγω κατ' ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ' ἐν εὐεστοῖ φίλῃ.
930 εἰ πάντα δ' ὣς πράσσοιμ' ἄν, εὐθαρσὴς ἐγώ.
Κλ. καὶ μὴν τόδ' εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Αγ. γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ' ἐμέ.
Κλ. ηὔξω θεοῖς δείσας ἂν ὧδ' ἔρδειν τάδε;
Αγ. εἴπερ τις, εἰδώς γ' εὖ τόδ' ἐξεῖπον τέλος.
Κλ. τί δ' ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ' ἤνυσεν;
Αγ. ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλ. μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Αγ. φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλ. ὁ δ' ἀφθόνητός γ' οὐκ ἐπίζηλος πέλει.
940 Αγ. οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
Κλ. τοῖς δ' ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Αγ. ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλ. πιθοῦ· κρατεῖς μέντοι παρεὶς ἑκὼν ἐμοί.
Αγ. ἀλλ' εἰ δοκεῖ σοι ταῦθ', ὑπαί τις ἀρβύλας
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ' ἐμβαίνονθ' ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φύροντα πλοῦτον ἀργυρωνήτους θ' ὑφάς.
950 τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
τήνδ' ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
ἄνθος, στρατοῦ δώρημ', ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ' ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ' ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλ. ἔστιν θάλασσα–τίς δέ νιν κατασβέσει; –
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960 κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἶκος δ' ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,
ἔχειν· πένεσθαι δ' οὐκ ἐπίσταται δόμος.