Page 23 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 23

Θράσος, μελαίνα μελάθροισιν Ἄτα,
               770          εἰδομένα τοκεῦσιν.

                              Δίκα δὲ λάμπει μὲν ἐν                                                               [ἀντ. δ.
                              δυσκάπνοις δώμασιν,
                              τόν τ' ἐναίσιμον τίει [βίον].
                        τὰ χρυσόπαστα δ' ἔδεθλα σὺν πίνῳ χερῶν

                            παλιντρόποις ὄμμασι λιποῦσ',
                            ὅσια προσέβατο δύναμιν οὐ
               780    σέβουσα πλούτου παράσημον αἴνῳ·
                            πᾶν δ' ἐπὶ τέρμα νωμᾷ.

                       –       ἄγε, δή, βασιλεῦ, Τροίας πτολίπορθ',
                            Ἀτρέως γένεθλον,
                            πῶς σε προσείπω; πῶς σε σεβίξω
                            μήθ' ὑπεράρας μήθ' ὑποκάμψας
                            καιρὸν χάριτος;
                            πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
                              προτίουσι δίκην παραβάντες.
               790        τῷ δυσπραγοῦντί τ' ἐπιστενάχειν
                            πᾶς τις ἑτοῖμος· δῆγμα δὲ λύπης
                              οὐδὲν ἐφ' ἧπαρ προσικνεῖται·

                              καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς,
                              ἀγέλαστα πρόσωπα βιαζόμενοι
                              .     .     .     .     .     .
                              ὅστις δ' ἀγαθὸς προβατογνώμων,
                              οὐκ ἔστι λαθεῖν ὄμματα φωτός
                              † τὰ δοκοῦντ' εὔφρονος ἐκ διανοίας
                              ὑδαρεῖ σαίνειν φιλότητι.
                            σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
               800        Ἑλένης ἕνεκ', οὐ γάρ <σ'> ἐπικεύσω,
                            κάρτ' ἀπομούσως ἦσθα γεγραμμένος,
                            οὐδ' εὖ πραπίδων οἴακα νέμων,
                            θάρσος ἑκούσιον

                              ἀνδράσι θνῄσκουσι κομίζων.
                            νῦν δ' οὐκ ἀπ' ἄκρας φρενὸς οὐδ' ἀφίλως
                                εὔφρων πόνος εὖ τελέσασιν.
                            γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
                            τόν τε δικαίως καὶ τὸν ἀκαίρως
   18   19   20   21   22   23   24   25   26   27   28