Page 26 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 26

βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
                            τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
                              ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
                            πηγαὶ κατεσβήκασιν, οὐδ' ἔνι σταγών.
                            ἐν ὀψικοίτοις δ' ὄμμασιν βλάβας ἔχω
               890        τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
                            ἀτημελήτους αἰέν. ἐν δ' ὀνείρασιν

                            λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
                            ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
                            ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
                              νῦν ταῦτα πάντα τλᾶσ', ἀπενθήτῳ φρενὶ
                            λέγοιμ' ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
                            σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
                            στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
                            καὶ γῆν φανεῖσαν ναυτίλοις παρ' ἐλπίδα,
               900        κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
                            ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.
                            τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
                            τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
                            φθόνος δ' ἀπέστω. πολλὰ γὰρ τὰ πρὶν κακὰ
                            ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
                            ἔκβαιν' ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς

                            τὸν σὸν πόδ', ὦναξ, Ἰλίου πορθήτορα.
                              δμῳαί, τί μέλλεθ', αἷς ἐπέσταλται τέλος
                            πέδον κελεύθου στορνύναι πετάσμασιν;
               910        εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
                            ἐς δῶμ' ἄελπτον ὡς ἂν ἡγῆται Δίκη.
                            τὰ δ' ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
                            θήσει–δικαίως σὺν θεοῖς εἱμαρμένα.
                       Αγ.       Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
                            ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
                            μακρὰν γὰρ ἐξέτεινας· ἀλλ' ἐναισίμως
                            αἰνεῖν, παρ' ἄλλων χρὴ τόδ' ἔρχεσθαι γέρας.
                            καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ

                            ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
               920        χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
                            μηδ' εἵμασι στρώσασ' ἐπίφθονον πόρον
                            τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
                            ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
   21   22   23   24   25   26   27   28   29   30   31