Page 22 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 22

ἄμαχον ἄλγος οἰκέταις,
                            μέγα σίνος πολυκτόνον.
                            ἐκ θεοῦ δ' ἱερεύς τις ἄ-
                              τας δόμοις προσεθρέφθη.

                            πάραυτα δ' ἐλθεῖν ἐς Ἰλίου πόλιν
                      [στρ. γ.

                              λέγοιμ' ἂν φρόνημα μὲν
               740            νηνέμου γαλάνας,
                            ἀκασκαῖον <τ'> ἄγαλμα πλούτου,
                              μαλθακὸν ὀμμάτων βέλος,
                              δηξίθυμον ἔρωτος ἄνθος.
                                παρακλίνασ' ἐπέκρανεν
                                δὲ γάμου πικρὰς τελευτάς,
                                δύσεδρος καὶ δυσόμιλος
                                συμένα Πριαμίδαισιν,
                              πομπᾷ Διὸς ξενίου,
                                νυμφόκλαυτος Ἐρινύς.

               750        παλαίφατος δ' ἐν βροτοῖς γέρων λόγος
               [ἀντ. γ.
                              τέτυκται, μέγαν τελε-

                                σθέντα φωτὸς ὄλβον
                            τεκνοῦσθαι μηδ' ἄπαιδα θνῄσκειν,
                              ἐκ δ' ἀγαθᾶς τύχας γένει
                              βλαστάνειν ἀκόρεστον οἰζύν.
                                δίχα δ' ἄλλων μονόφρων εἰ-
                                μί. τὸ δυσσεβὲς γὰρ ἔργον
                                μετὰ μὲν πλείονα τίκτει,
               760            σφετέρᾳ δ' εἰκότα γέννᾳ.
                              οἴκων γὰρ εὐθυδίκων
                                καλλίπαις πότμος ἀεί.

                              φιλεῖ δὲ τίκτειν Ὕβρις                                                               [στρ. δ.

                              μὲν παλαιὰ νεά-
                              ζουσαν ἐν κακοῖς βροτῶν
                          Ὕβριν τότ' ἢ τόθ', ὅτε τὸ κύριον μόλῃ
                              φάος τόκου, δαίμονά τ' ἔταν,
                              ἄμαχον ἀπόλεμον ἀνίερον,
   17   18   19   20   21   22   23   24   25   26   27