Page 24 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 24

πόλιν οἰκουροῦντα πολιτῶν.

                       ΑΓΑΜΕΜΝΩΝ
               810        πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
                            δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
                            νόστου δικαίων θ' ὧν ἐπραξάμην πόλιν
                            Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ

                            κλυόντες ἀνδροθνῆτας Ἰλιοφθόρους
                            εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
                            ψήφους ἔθεντο· τῷ δ' ἐναντίῳ κύτει
                            ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
                            καπνῷ δ' ἁλοῦσα νῦν ἔτ' εὔσημος πόλις.
                            ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
               820        σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
                            τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
                            τίνειν, ἐπείπερ χἀρπαγὰς ὑπερκόπους
                            ἐπραξάμεσθα καὶ γυναικὸς οὕνεκα
                            πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
                            ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
                            πήδημ' ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
                            ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
                            ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.

                              θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
               830        τὰ δ' ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλυών,
                           καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ' ἔχεις.
                            παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
                            φίλον τὸν εὐτυχοῦντ' ἄνευ φθόνων σέβειν.
                            δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
                            ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον·
                            τοῖς τ' αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
                            καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
                            εἰδὼς λέγοιμ' ἄν· εὖ γὰρ ἐξεπίσταμαι
                            ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,
               840        δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.

                            μόνος δ' Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
                            ζευχθεὶς ἑτοῖμος ἦν ἐμοὶ σειραφόρος,
                            εἴτ' οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
                            λέγω. τὰ δ' ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
                            κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
   19   20   21   22   23   24   25   26   27   28   29