Page 31 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 31
εἴκουσ' ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
ΚΑΣΣΑΝΔΡΑ
ὀτοτοτοτοῖ πόποι δᾶ. [στρ. α.
ὦπολλον ὦπολλον.
Χο. τί ταῦτ' ἀνωτότυξας ἀμφὶ Λοξίου;
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Κα. ὀτοτοτοτοῖ πόποι δᾶ.
[ἀντ. α.
ὦπολλον ὦπολλον.
Χο. ἥδ' αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ' ἐν γόοις παραστατεῖν.
1080 Κα. Ἄπολλον· Ἄπολλον·
[στρ. β.
ἀγυιᾶτ', ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χο. χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Κα. Ἄπολλον· Ἄπολλον·
[ἀντ. β.
ἀγυιᾶτ', ἀπόλλων ἐμός.
ἆ ποῖ ποτ' ἤγαγές με; πρὸς ποίαν στέγην;
Χο. πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ' ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ' οὐκ ἐρεῖς ψύθη.
1090 Κα. μισόθεον μὲν οὖν· πολλὰ συνίστορα,
[στρ. γ.
αὐτόφονα, † κακὰ καρτάναι †
ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
Χο. ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ' ὧν ἀνευρήσει φόνον.
Κα. μαρτυρίοισι γὰρ τοῖσδ' ἐπιπείθομαι·
[ἀντ. γ.
κλαιόμενα τάδε βρέφη σφαγὰς
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χο. † ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι