Page 32 - ΑΙΣΧΥΛΟΣ - ΑΓΑΜΕΜΝΩΝ
P. 32
ἦμεν· προφήτας δ' οὔτινας ματεύομεν.
1100 Κα. ἰὼ πόποι, τί ποτε μήδεται;
[στρ. δ.
τί τόδε νέον ἄχος μέγα;
μέγ' ἐν δόμοισι τοῖσδε μήδεται κακόν,
ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ'
ἑκὰς ἀποστατεῖ.
Χο. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ' ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.
Κα. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς;
[ἀντ. δ.
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα–πῶς φράσω τέλος;
1110 τάχος γὰρ τόδ' ἔσται· προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρεγομένα.
Χο. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κα. ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
[στρ. ε.
ἦ δίκτυόν τί γ' Ἅιδου.
ἀλλ' ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ' ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
Χο. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120 ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καὶ δορὶ πτωσίμοις
ξυνανύτει βίου δύντος αὐγαῖς.
ταχεῖα δ' ἄτα πέλει.
Κα. ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς
[ἀντ. ε.
τὸν ταῦρον· ἐν πέπλοισιν
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει· πίτνει δ' <ἐν> ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.