Page 320 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 320

ESQUILO

                     ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
                     εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:
                     τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
                275    ἀποχρημάτοισι ζημίαις ταυρούμενον:
                     αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
                     τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
                     τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
                     βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,
                280    σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
                     λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν:
                     λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ:
                     ἄλλας τ᾽ ἐφώνει προσβολὰς Ἐρινύων
                     ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:
                285    τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
                     ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
                     καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
                     ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
                     κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
                290    χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
                     καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
                     εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
                     βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
                     μῆνιν: δέχεσθαι δ᾽ οὔτε συλλύειν τινά.
                295    πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
                     κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
                     τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
                     κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
                     πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,



                                          91










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   91
        ORISTEADA_0722_v3.indb   91                                  25/07/22   14:45
   315   316   317   318   319   320   321   322   323   324   325