Page 316 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 316

ESQUILO


                     Ορεςτης
                225    αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ:
                     κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
                     ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
                     ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
                     σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
                230    σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.
                     ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
                     σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
                     ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ‘κπλαγῇς φρένας:
                     τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.


                     Ηλεκτρα
                235    ὦ φίλτατον μέλημα δώμασιν πατρός,
                     δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
                     ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
                     ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
                     ἐμοί: προσαυδᾶν δ᾽ ἔστ᾽ ἀναγκαίως ἔχον
                240    πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
                     στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται:
                     καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου:
                     πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων
                     μόνος: Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
                245    πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.


                     Ορεςτης
                     Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ:





                                          89










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   89
        ORISTEADA_0722_v3.indb   89                                  25/07/22   14:45
   311   312   313   314   315   316   317   318   319   320   321