Page 342 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 342

ESQUILO


                     Ηλεκτρα
                500    καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
                     ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:
                     οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,
                     καὶ μὴ ‘ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
                     οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών:
                505    παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
                     θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
                     τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
                     ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
                     αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.


                     Χορος
                510    καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,
                     τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
                     τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
                     ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.


                     Ορεςτης
                     ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
                515    πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
                     μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
                     θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
                     ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε.
                     τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
                520    τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
                     ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.
                     θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.



                                          102










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   102
        ORISTEADA_0722_v3.indb   102                                 25/07/22   14:45
   337   338   339   340   341   342   343   344   345   346   347