Page 344 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 344

ESQUILO


                     Χορος
                     οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων
                     καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
                525     χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.


                     Ορεςτης
                     ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;


                     Χορος
                     τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.


                     Ορεςτης
                     καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;

                     Χορος
                     ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

                     Ορεςτης
                530    τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;


                     Χορος
                     αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.


                     Ορεςτης
                     καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;


                     Χορος
                     ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.



                                          103










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   103
        ORISTEADA_0722_v3.indb   103                                 25/07/22   14:45
   339   340   341   342   343   344   345   346   347   348   349