Page 390 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 390
ESQUILO
δολιόφρων ποινά:
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
950 προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον.
Χορος στρ. β.
τά περ ὁ Λοξίας ὁ Παρνασσίας
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
955 ξεν ἀδόλως δόλοις
βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.
†κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ
ὑπουργεῖν κακοῖς†.
960 ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν.
Χορος ἐφ. β.
πάρα τε φῶς ἰδεῖν
μέγα τ᾽ ἀφῃρέθην ψάλιον οἰκέων.
ἄναγε μὰν δόμοι: πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
Χορος ἀντ. β.
965 τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας
πᾶν ἐλαθῇ μύσος
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν
970 ἰδεῖν [ἀκοῦσαι] πρευμενεῖς
μετοίκοις δόμων πεσοῦνται πάλιν.
126
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 126
ORISTEADA_0722_v3.indb 126 25/07/22 14:45