Page 394 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 394
ESQUILO
τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ
995 σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
1000 ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005 τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ᾽: ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορος
αἰαῖ αἰαῖ μελέων ἔργων:
στυγερῷ θανάτῳ διεπράχθης.
ἒ ἔ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ορεςτης
1010 ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015 πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
128
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 128
ORISTEADA_0722_v3.indb 128 25/07/22 14:45