Page 398 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 398

ESQUILO


                     Χορος
                     ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
                1045   φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,
                     ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
                     δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.


                     Ορεςτης
                     ἆ, ἆ.
                     δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
                     φαιοχίτωνες καὶ πεπλεκτανημέναι
                1050   πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.


                     Χορος
                     τίνες σε δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
                     στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.


                     Ορεςτης
                     οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:
                     σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.


                     Χορος
                1055   ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:
                     ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.

                     Ορεςτης
                     ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
                     κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.





                                          130










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   130
        ORISTEADA_0722_v3.indb   130                                 25/07/22   14:45
   393   394   395   396   397   398   399   400   401   402   403