Page 400 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 400
ESQUILO
Χορος
εἷς σοὶ καθαρμός: Λοξίας δὲ προσθιγὼν
1060 ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ορεςτης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγὼ.
Χορος
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Χορος
1065 ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές τε Θυέστου:
1070 δεύτερον ἀνδρὸς βασίλεια πάθη:
λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν
πολέμαρχος ἀνήρ:
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
1075 ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;
131
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 131
ORISTEADA_0722_v3.indb 131 25/07/22 14:45