Page 492 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 492

ESQUILO


                     Χορος
                     ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;


                     Αθηνα
                     πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.


                     Χορος
                     καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;


                     Αθηνα
                895    ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν.


                     Χορος
                     σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;


                     Αθηνα
                     τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.


                     Χορος
                     καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

                     Αθηνα
                     ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

                     Χορος
                900    θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.


                     Αθηνα
                     τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσῃ φίλους.

                                          176










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   176
        ORISTEADA_0722_v3.indb   176                                 25/07/22   14:45
   487   488   489   490   491   492   493   494   495   496   497