Page 11 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 11

11



                   Χαρὰ τῶν θλιβομένων

                   καὶ τῶν ἀσθενούντων
                   ῥῶσις ὑπάρχουσα, Θεογεννήτρια,
                   ἡμῖν παράσχου σοῦ Τόκου τὸ μέγα ἔλεος.

                   Ἄξιόν ἐστι....καὶ τὰ παρόντα Μεγαλυνάρια.


                   Χαίροις, ὁ προστάτης καὶ ἀρωγός,
                   Λάζαρε παμμάκαρ,
                   οἰκιστῶν Εὐαγγελισμοῦ,
                   κώμης καλλιτέκνου,

                   Ναὸν σοὶ δομησάντων
                   ἐν ᾧ χειρῶν σου τύπους
                   κατασπαζόμεθα.

                   Πέμψον οὐρανόθεν χάριν τὴν σὴν
                   τοῖς ἐπιζητοῦσι
                   τὰς πρεσβείας σου πρὸς Θεόν,
                   Λάζαρε, καὶ πόθῳ
                   ἐν τῇ Μακεδονίᾳ

                   σῆς θείας εὐλογίας
                   ἀπολαμβάνουσι.

                   Χαίροις, ὁ ἐκ τάφου ἐξαναστὰς

                   τεταρταῖος, φίλε
                   τοῦ Παντάνακτος Ἰησοῦ,
                   χαίροις, ὁ ἐγείρων
                   ἐκ τῶν παθῶν εὐχαῖς σου
                   ἐν Λαγκαδᾷ Ναῷ σου
                   θείῳ προστρέχοντας.

                   Ἴθυνον πρὸς δώματα οὐρανῶν,

                   Λάζαρε, τοὺς πίστει
                   ἐν Ναῷ Εὐαγγελισμοῦ
                   σοῦ τῷ φερωνύμῳ
                   τοὺς ἀχειροποιήτους

                   χειρῶν σου προσκυνοῦντας
                   τύπους, πανεύφημε.

                   Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς,
   6   7   8   9   10   11   12   13   14   15