Page 10 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 10
10
Στήριζε πάντας
τοὺς κλονουμένους ἐν βίῳ
βακτηρίᾳ ἐνθέρμων εὐχῶν σου,
Λάζαρε, πρὸς Κτίστην,
τὸν ἀναστήσαντά σε.
Σπεύδομεν πάντες
ἐν πειρασμοῖς προσκυνῆσαι
τὴν εἰκόνα σου, Λάζαρε θεῖε,
καὶ χειρῶν σου τύπους
ἐν πέπλῳ τοῦ Ναοῦ σου.
Θεοτοκίον.
Κόπασον σάλον
παθῶν πιστῶν οἰκετῶν σου,
Μητροπάρθενε, ταῖς ἱκεσίαις
φίλου τοῦ Υἱοῦ σου,
Λαζάρου, Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐσμελιῶτας, πάτερ,
καὶ σεπτοῦ Ναοῦ σου
προσκυνητὰς οὐρανόθεν περίσκεπε,
ἱεροφάντορ Κιτίου θεόφρον, Λάζαρε.
Προστάτης καὶ συλλήπτωρ,
Λάζαρε, ὑπάρχεις
ἐν τῷ Ναῷ Λαγκαδᾷ φερωνύμῳ σοι
προσκυνητῶν, οὓς ἐκρύῃ δεινῶν καὶ θλίψεων,
Ἐπάκουσον θεόθεν,
Λάζαρε, καὶ ῥῦσαι
πειρατηρίων τοὺς σοὶ καταφεύγοντας,
προσκυνητῶν τοῦ Ναοῦ σου οὖς τὸ εὐήκοον.
Θεοτοκίον.

