Page 5 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 5

5


                   καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

                   Αἴτησις καὶ τὸ Κάθισμα.
                   Ἦχος β΄. Πρεσβεία θερμή.

                   Παθῶν, πειρασμῶν καὶ συμφορῶν ἐκλύτρωσαι,

                   Εὐαγγελισμοῦ τῆς κώμης καταφύγιον,
                   ἱεράρχα Λάζαρε,
                   εὐσεβῶν φρουρὲ ἀπροσμάχητε,
                   τῶν προστρεχόντων χάριτι τῇ σῇ
                   καὶ θεοπειθέσι σου δεήσεσι.

                   ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

                   Ἀσινεῖς τήρει ὄφεως
                   βλάβης τοὺς ἱκέτας σου, μάκαρ Λάζαρε,
                   Εὐαγγελισμοῦ τῆς μήνιδος
                   κώμην ὁ αὐτοῦ ἀεὶ ῥυόμενος.


                   Γεηρῶν τοὺς ἱκέτας σου
                   ἀνωτέρους τήρει ἀπαύστως, Λάζαρε,
                   τῷ Ναῷ σου προσπελάζοντας,

                   Εὐαγγελισμοῦ τῆς κώμης ἔφορε.


                   Γεγηθότες ὑμνοῦμέν σε
                   Λάζαρε, οἱ τύπους χειρῶν ἀχράντων σου
                   εὐλαβῶς κατασπαζόμενοι
                   ἐν Ναοῦ σου πέπλῳ, χαριτόβρυτε.

                   Θεοτοκίον.

                   Ἐξ εὐκλείας ἀῤῥήτου σου
                   μὴ ἐλλείπῃς, Δέσποινα, κατευθύνουσα

                   πρὸς μετάνοιαν τοὺς μέλποντας
                   νῦν Λαζάρου, Μῆτερ, τὰ θαυμάσια.

                   ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

                   Λάμψον φῶς ἡμῖν

                   τῆς χρηστοηθείας, Λάζαρε,
                   προστρεχόντων νῦν εἰς Εὐαγγελισμὸν
   1   2   3   4   5   6   7   8   9   10