Page 4 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 4

4


                   τῆς ὁμηγύρεως.


                   Ἐπευλόγει θεόθεν
                   προσκυνητάς, Λάζαρε,
                   ἐν Μακεδονίᾳ εὐάνδρῳ
                   τοῦ νεοδμήτου σου
                   Ναοῦ, ἐν ᾧ σῶν χειρῶν,

                   προσκυνητὴς ὢν, ἀφῆκες
                   τύπους, τετραήμερε
                   φίλε τοῦ Κτίσαντος.


                   Ἐξ Ἐσμὲ τὴν σὴν χάριν

                   οἱ εὐσεβεῖς πρόσφυγες
                   ἤνεγκον εἰς Μακεδονίαν,
                   πάντιμε Λάζαρε,
                   καὶ ὁλοθύμως αὐτὴν
                   ἐπιτελοῦσιν ἐν κώμῃ
                   Εὐαγγελισμοῦ, σεπτὸς
                   ἧς πέλεις ἔφορος.

                   Θεοτοκίον.

                   Ὑπερύμνητε Μῆτερ

                   Λόγου Θεοῦ, στήριζε
                   βακτηρίᾳ δεήσεών σου
                   πάντας ἱκέτας σου
                   πρεσβείαις σοῦ τοῦ Υἱοῦ
                   τοῦ φίλου, θείου Λαζάρου,
                   δῶρον ὠμοφόριον
                   ὅνπερ παρέδωκας.


                   Ἀνάστησον
                   προσκυνητὰς νεοδμήτου, σεπτέ, Ναοῦ σου
                   νῦν ἐν τῷ Εὐαγγελισμῷ, ἐπίσκοπε Λάζαρε,
                   ἐκ θλίψεων βάθους καὶ ἀκηδίας.


                   Ἐπίβλεψον
                   ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
                   ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
   1   2   3   4   5   6   7   8   9