Page 2 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 2
2
Ἀθῆναι 2025
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΦΙΛΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ
Λ Α Ζ Α Ρ Ο Ν
ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ
ΨΑΛΛΟΜΕΝΟΣ ΕΝ Τῼ ΙΕΡῼ ΑΥΤΟΥ ΠΡΟΣΚΥΝΗΜΑΤΙ
ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΔΗΜΟΥ ΒΟΛΒΗΣ ΛΑΓΚΑΔΑ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
*****************************************
************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ' ὃ τὸ Θεὸς
Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐσμελιῶται Λαγκαδᾶ ἐν ὁρίοις
Νικομηδείας ἐκ χθονὸς τῆς πατρῴας
αὐτῶν, τιμὴν τῆς μνήμης σου τῆς θείας πιστῶς
Λάζαρε, μετήνεγκον καὶ ναὸν χάριτί σου
ἐν αὐτῇ ἐδόμησαν, ὅνπερ καθαγιάζεις
χειρῶν σου τύποις, πάτερ, εὐσεβῶν
φρουρέ, προστάτα καὶ φύλαξ ἀνύστακτε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

