Page 3 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 3

3



                   Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·

                   " Λάζαρε, Εὐαγγελισμοῦ οἰκιστὰς σκέπε. Χ."

                   ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


                   Λαμπρύνεις Ναὸν Εὐαγγελισμοῦ
                   νῦν, Λάζαρε, κώμης
                   ἐπαρχίας τοῦ Λαγκαδᾶ,
                   καὶ σκέπεις ἀεὶ αὐτῆς ἐνοίκους
                   σῇ προστασίᾳ, Χριστοῦ φίλε γνήσιε.


                   Ἀνύστακτος φύλαξ καὶ ἀρωγὸς
                   ὑπάρχεις προσφύγων
                   εὐσεβῶν Εὐαγγελισμοῦ,
                   ἐλθόντων ἐκ τῆς Νικομηδείας

                   Μακεδονίαν οἰκῆσαι τὴν ἔδοξον.

                   Ζηλοῦντες ἀγῶνάς σου ἱερούς,
                   οὕς, Λάζαρε ἔτλης
                   ὡς Κιτίου ἀρχιερεὺς
                   σὴν χάριν αἰτούμεθα καὶ τύπον

                   ἐν πέπλῳ σοῦ τῶν χειρῶν ἀσπαζόμεθα.

                   Θεοτοκίον.

                   Ἁγνούς, Μητροπάρθενε, δούλους σοὺς

                   συντήρει, τοὺς πίστει
                   ἀνυμνοῦντάς σε ἐκτενῶς,
                   καὶ Λάζαρον θεῖον εὐφημοῦντας,
                   ᾧ ἐδωρήσω σεπτὸν ὠμοφόριον.

                   ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.


                   Ῥῦσαι, Λάζαρε, βλάβης
                   τοῦ πτερνιστοῦ ἅπαντας
                   σπεύδοντας μορφὴν προσκυνῆσαι

                   σὴν χαριτόβρυτον
                   ἐν τῷ Εὐαγγελισμῷ,
                   οὗ κώμης πέλει προστάτης,
                   Λαγκαδᾶ διάκοσμε
   1   2   3   4   5   6   7   8