Page 8 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 8
8
λιταῖς Σοὶ φίλου, Σῶτερ,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις,
Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σπεύδομεν δεήσεσι
ταῖς σαῖς ἐν πάσαις ἀνάγκαις,
πειρασμοῖς καὶ θλίψεσι,
Λάζαρε πανθαύμαστε,
τετραήμερον
ὃν Χριστὸς ἤγειρεν
ἔνδακρυς ἐκ τάφου,
καὶ χειρῶν τύπους ἀχράντων σου
νῦν ἀσπαζόμενοι
Εὐαγγελισμοῦ κώμης, ἔνδοξε,
Ναῷ ἐν φερωνύμῳ σου,
χάριτός σου θείας πληρούμεθα
καὶ τὰς σὰς πρεσβείας
αἰτούμεθα πρὸς Φίλον σου σεπτόν,
Λόγον Θεοῦ Παντοκράτορος,
ἄγαν πανευΐλατον.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κλέος Μακεδονίας,
Λαγκαδᾶ ἀντιλῆπτορ
καὶ φύλαξ, Λάζαρε,
τοῦ Εὐαγγελισμοῦ σῇ
ἡ κώμη καταφεύγει
προστασίᾳ καὶ χάριτι,

