Page 9 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 9

9


                   ἧς ἐπισκέπτης Ναοῦ

                   ἀόρατος ὑπάρχεις.

                   Ἱλασμὸν ἡμῖν αἴτει,
                   προσκυνοῦσι σὴν χάριν,
                   θεόφρον Λάζαρε,
                   ἐν τῷ φερώνυμῳ σοι

                   Ναῷ περιοικίδος
                   Λαγκαδᾶ, πανσεβάσμιε,
                   καὶ αἰτουμένοις θερμῶς
                   πρὸς Κύριον εὐχάς σου.

                   Σκοτασμὸν ἱκετῶν σου

                   τάχος, Λάζαρε, λῦσον
                   παθῶν καὶ θλίψεων
                   φωτὶ τῶν πρεσβειῶν σου
                   πρὸς τὸν ἐξαναστάντα
                   ἐκ νεκρῶν τετραήμερον
                   σέ, Ζωοδότην Χριστόν,
                   τὸ Φῶς τῆς οἰκουμένης.

                   Θεοτοκίον.

                   Τῆς σκηνῆς τῆς παμφώτου

                   ἐνοικῆτορ, Παρθένε,
                   ἐν πόλῳ, ἄχραντε,
                   ἡ τῷ Λαζάρῳ δοῦσα
                   ὠμόφορον ὡς δῶρον,
                   πέμψον πᾶσι τὴν χάριν σου
                   καὶ χαμαιζήλων παθῶν
                   τοὺς σοὺς οἰκέτας ῥῦσαι.

                   ᾨδὴ  η΄. Τὸν Βασιλέα.

                   Ἄνωθεν σκέπε

                   τοὺς εὐλαβῶς προσκυνοῦντας
                   τὸν νεόδμητον, Λάζαρε θεῖε,
                   ἐν Μακεδονίᾳ
                   καὶ πάνσεπτον Ναόν σου.
   4   5   6   7   8   9   10   11   12   13   14