Page 6 - ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΠΡΟΣ ΑΓΙΟΝ ΚΑΙ ΔΙΚΑΙΟΝ ΛΑΖΑΡΟΝ ΓΙΑ ΠΑΡΕΚΚΛΗΣΙ ΕΥΑΓΓΕΛΙΣΜΟΣ
P. 6
6
προσκυνῆσαι σὸν Ναὸν τὸν χαριτόβρυτον.
Ἴασαι ἡμῶν
τὰ κατώδυνα νοσήματα
τῇ σῇ χάριτι, δοθείσῃ δαψιλῶς
οὐρανόθεν, φίλε, Λάζαρε, τοῦ Κτίσαντος.
Σοῦ προσκυνηταὶ
τοῦ Ναοῦ κατασπαζόμενοι
τῶν χειρῶν σου τύπους, Λάζαρε σεπτέ,
ἀπολαύομεν σῆς θείας ἀντιλήψεως.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ,
στέφομέν σε ὕμνοις πρέπουσι,
τὴν θεόθεν ἁγιάζουσαν ἡμᾶς,
νῦν Λαζάρου ἀνυμνοῦντας τὰ θαυμάσια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἱ σπεύδοντες καθ’ ἑκάστην, Λάζαρε,
κώμης Εὐαγγελισμοῦ εἰς Ναόν σου,
χάριν λαβεῖν τὴν σήν, φίλε Ὑψίστου,
οὐ καταισχύνονται, πάτερ πανθαύμαστε,
ἀλλὰ πληροῦνται χαρμονῆς,
ὑγιείας καὶ θείας δυνάμεως.
Ὑμνοῦντές σε ἐκτενῶς δεόμεθα
σοῦ· Συντήρησον ἀπήμονας πάντας
τῶν προσβολῶν τοῦ δολίου Βελίαρ
προσκυνητὰς σοῦ Ναοῦ, μάκαρ Λάζαρε,
ἐν κώμῃ Εὐαγγελισμοῦ,
Λαγκαδᾶ τῆς σεπτῆς Μητροπόλεως.
Οἱ σπεύδοντες χάριτί σου, Λάζαρε,
καὶ πολλῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ
ἐνέδρας πάσας συντρίβομεν τάχος
τοῦ περνιστοῦ τῶν μερόπων, ἀλάστορος,
οὗ κάραν ἔθλασε Χριστὸς

