Page 142 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 142

ESQUILO

                     διθρόνου Διόθεν καὶ δισκήπτρου
                     τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
                45      στόλον Ἀργείων χιλιοναύτην,
                     τῆσδ᾽ ἀπὸ χώρας
                     ἦραν, στρατιῶτιν ἀρωγὰν,
                     μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
                     τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις
                50      ἄλγεσι παίδων ὕπατοι λεχέων
                     στροφοδινοῦνται
                     πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
                     δεμνιοτήρη
                     πόνον ὀρταλίχων ὀλέσαντες:
                55      ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων
                     ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
                     γόον ὀξυβόαν τῶνδε μετοίκων
                     ὑστερόποινον
                     πέμπει παραβᾶσιν Ἐρινύν.
                60      οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων
                     ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος
                     Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
                     πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
                     γόνατος κονίαισιν ἐρειδομένου
                65      διακναιομένης τ᾽ ἐν προτελείοις
                     κάμακος θήσων Δαναοῖσι
                     Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπῃ νῦν
                     ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:
                     οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων
                70      οὔτε δακρύων ἀπύρων ἱερῶν
                     ὀργὰς ἀτενεῖς παραθέλξει.

                                           3










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   3
        ORISTEADA_0722_v3.indb   3                                   25/07/22   14:45
   137   138   139   140   141   142   143   144   145   146   147