Page 146 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 146

ESQUILO

                     τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽
                     ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον
                     τῆς θυμοβόρου φρένα λύπης.

                     Χορος                                 στρ. α
                     κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
                105    ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει
                     πειθὼ μολπᾶν
                     ἀλκὰν σύμφυτος αἰών:
                     ὅπως Ἀχαιῶν
                     δίθρονον κράτος, Ἑλλάδος ἥβας
                110    ξύμφρονα ταγάν,
                     πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
                     θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν,
                     οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
                115    ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς,
                     φανέντες ἴκταρ μελάθρων
                     χερὸς ἐκ δοριπάλτου
                     παμπρέπτοις ἐν ἕδραισιν,
                     βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
                120    βλαβέντα λοισθίων δρόμων.
                     αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

                     Χορος                                 ἀντ. α
                     κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
                     Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
                     πομπούς τ᾽ ἀρχάς:
                125    οὕτω δ᾽ εἶπε τερᾴζων:



                                           5










                                                                     25/07/22   14:45
        ORISTEADA_0722_v3.indb   5
        ORISTEADA_0722_v3.indb   5                                   25/07/22   14:45
   141   142   143   144   145   146   147   148   149   150   151