Page 150 - Orestiada. Agamenón. Las Coéforas. Las Euménides
P. 150
ESQUILO
155 οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.’
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις:
τοῖς δ᾽ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Χορος στρ. β
160 Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ-
τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντ᾽ ἐπισταθμώμενος
165 πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
Χορος ἀντ. β
οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας,
παμμάχῳ θράσει βρύων,
170 οὐδὲ λέξεται πρὶν ὤν:
ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175 τεύξεται φρενῶν τὸ πᾶν:
Χορος στρ. γ
τὸν φρονεῖν βροτοὺς ὁδώ-
7
25/07/22 14:45
ORISTEADA_0722_v3.indb 7
ORISTEADA_0722_v3.indb 7 25/07/22 14:45